Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.170 Dem. 24.174 (English) >>Dem. 24.177

24.173τίνος οὖν ἕνεκʼ, Τιμόκρατες καὶ Ἀνδροτίων, ἐτῶν ὄντων πλειόνων τριάκοντʼ ἀφʼ οὗ γʼ ἕτερος ὑμῶν πολιτεύεται, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν, οἱ δʼ ὑποχωρήσαντες ᾤχοντο καταγνόντες αὑτῶν, οὐδενὸς πώποτε τούτων ἐξητάσθη κατήγορος ὑμῶν οὐδέτερος, οὐδʼ ἀγανακτῶν ὤφθη ὑπὲρ ὧν πόλις πάσχει, ἀλλʼ ἐνταῦθʼ ἐφάνηθʼ ἡμῶν κηδόμενοι οὗ πολλοὺς ἔδει κακῶς ποιῆσαι; 24.174βούλεσθʼ, ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω; ὅτι τούτων μὲν μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται· διʼ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρʼ ἀδικοῦσιν ἀπεχθάνεσθαι ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθʼ ὁρᾶν τὰ τῶν ὀλίγων. 24.175ἀλλὰ τοῦτʼ αἴτιον οὑγὼ λέγω. δεῖ τοίνυν ὑμᾶς ταῦτα λογιζομένους, καὶ μεμνημένους ὧν ἂν ἕκαστος ἁμάρτῃ, κολάζειν, ὅταν λάβητέ τινα, καὶ μὴ τὸν χρόνον εἰ πολύς ἐστʼ ἀπʼ ἐκείνου σκοπεῖν, ἀλλʼ εἰ ταῦτʼ ἐποίουν. ὡς εἰ νῦν πράως οἴσετʼ ἐφʼ οἷς τότʼ ἠγανακτεῖτε, δόξετʼ ὀργιζόμενοι κατεγνωκέναι τὰ χρήματα τούτων, οὐκ ἀδικούμενοι. τῶν μὲν γὰρ ὀργιζομένων ἐστὶν ὀξέως τι κακὸν τὸν λελυπηκότʼ ἐργάσασθαι, τῶν δʼ ἀδικουμένων, ὅταν ποθʼ ὑφʼ αὑτοῖς λάβωσι τὸν ἠδικηκότα, τότε τιμωρήσασθαι. οὔκουν δεῖ δοκεῖν, νῦν μαλακισθέντας, τότε τῶν ὀμωμοσμένων ὅρκων ἀμελήσαντας ὑμῖν αὐτοῖς χαρίσασθαι παρὰ τὸ δίκαιον, ἀλλὰ μισεῖν καὶ μηδʼ ἀνέχεσθαι φωνὴν μήτε τούτου μήτʼ ἐκείνου, τοιαῦτα πεπολιτευμένων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.170 Dem. 24.174 (English) >>Dem. 24.177

Powered by PhiloLogic